TLG 0657 001 :: CRATEUAS :: Fragmenta Fragmenta Citation: Fragment — (line) | ||
1 | Ἀριστολόχιος μακρὰ ποιεῖ πρὸς ἑρπετὰ καὶ θανάσιμα ὁλκὴ πινομένη μετ’ οἴνου καὶ καταπλασσομένη, τὰ δὲ ἐν μήτρᾳ συνιστάμενα λόχια καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὸ | |
5 | αὐτὸ δρᾷ. | |
---|---|---|
2 | ἀριστολόχιος 〈στρογγύλη〉 πινομένη μετ’ οἴνου μέλανος ποιεῖ πρὸς ἑρπετῶν δήγματα· χωρεῖ δὲ καὶ εἰς ἀντιδότους τὰς θηριακάς, χωρεῖ καὶ εἰς τὰς ποδαγρικὰς συνθέσεις, ἔτι δὲ ἐμ‐ πλάστρους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει· βοηθεῖ | |
5 | ἄσθματι, λυγμῷ, ῥίγει, σπληνί, ῥήγμασιν, σπάσμασιν. ποθεῖσα δὲ μεθ’ ὕδατος ἀνάγει σκόλοπας, ἀκίδας, λεπίδας ὀστῶν κατα‐ πλασσομένη ἀφίστησιν καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυ‐ παρὰ καθαίρει ἕλκη· σμήχει δὲ καὶ ὀδόντας καὶ οὖλα. | |
3 | Ἀχίλλειος· ταύτης τῆς βοτάνης ἡ κόμη λεία ἐναίμων ἐστὶν κολλητικὴ καὶ ἀφλέγμαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκά‐ θισμα ῥοικαῖς, πίνεται καὶ πρὸς δυσεντερίαν. ὅλη δὲ κοπεῖσα | |
5 | μετὰ ἀξουγγίας παλαιᾶς τὰ παλαιὰ τῶν ἑλκῶν καὶ δυσαπούλωτα θεραπεύει, ξηρὰ δὲ κοπεῖσα καὶ μέλιτι μιγεῖσά ἐστιν ἀνακα‐ θαρτική. | |
4 | ἀνεμώνη ἡ φοινικῆ· ἀνεμώνη δύναμιν ἔχει δριμεῖαν, ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῆς γίνεται ἔγχυτος πρὸς κεφαλῆς κάθαρ‐ σιν. μασηθεῖσα δὲ ἡ ῥίζα ἄγει φλέγμα· ἑψηθεῖσα δὲ ἐν γλυκεῖ | |
καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς αἴρει, ὁμοίως καὶ | 144 | |
5 | τὰς οὐλὰς ἀποσμήχει. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιόμενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλασθέντα δὲ λέπρας ἀφίστησιν. | |
5 | ἀσφόδελος· τούτου αἱ ῥίζαι δύναμιν ἔχουσιν διουρητικὴν καὶ ἐμμήνων κατασπαστικήν· θεραπεύει καὶ ποδάγρας ἀλγή‐ ματα καὶ σπάσματα καὶ βῆχας καὶ ῥήγματα 𐅻 μία τὸ πλῆθος τῆς ῥίζης ἐν οἴνῳ πινομένη. ποιεῖ καὶ 〈εὐεμεστέρους ὅσον ἀστρά‐ | |
5 | γαλος βρωθεῖσα καὶ〉 ἑρπετοδήκτοις δίδοται ὠφελίμως πλῆθος τριῶν· καταπλάσσειν δὲ δεῖ τὰ δήγματα ὅλῃ τῇ βοτάνῃ σὺν οἴνῳ. θεραπεύει 〈καὶ〉 τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη, ποιεῖ καὶ πρὸς μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δο‐ θιῆνας συγκαθεψομένη τρυγὶ οἴνου ἡ ῥίζα, πρὸς δὲ τὰς προσ‐ | |
10 | φάτους φλεγμονὰς μετ’ ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσ‐ λαβὼν οἴνου παλαιοῦ τι γλυκέος καὶ σμύρνης καὶ κρόκου συν‐ εψηθέντων ἐπὶ ταὐτὸ ἔγχριστον γίγνεται ὀφθαλμῶν καὶ πρὸς ὦτα πυορροοῦντα σὺν λιβάνῳ καὶ μέλιτι. | |
6 | ἀρνόγλωσσον δύναμιν ἔχει τηκτικὴν καὶ ἀφλέγμαντον· κο‐ πεῖσα γὰρ μετὰ στέατος καὶ ἐπιτιθεμένη τοῖς τὰ χειρώνια ἔχουσιν εὐθετεῖ. πρὸς δὲ τὰ λοιπὰ ποιεῖ σχε... | |
7 | ἄσαρον· δύναμιν ἔχει θερμαντικὴν καὶ διουρητικήν, ἁρμό‐ ζουσαν ὑδρωπικοῖς, ἰσχιαδικοῖς χρονίοις. ἄγουσιν 〈αἱ ῥίζαι〉 καὶ ἔμμηνα, μετὰ μελικράτου δὲ ποθεῖσαι πλῆθος ἓξ ὡς ἐλλέβορος λευκὸς καθαίρουσι· μείγνυται δὲ καὶ μύροις καὶ ἀντιδότοις. | |
8 | ἀναγαλλίδες ἀμφότεραι τραυματικαί, ἀφλέγμαντοι, σκολό‐ | |
πων τε ἐπισπαστικαὶ 〈καὶ〉 νομῶν ἐφεκτικαί. ὁ δὲ χυλὸς αὐ‐ τῶν ῥινέγχυτος ὀδόντων πόνον παύσει, ἐὰν εἰς τὸν ἀντικεί‐ μενον μυξωτῆρα τοῦ ἀλγοῦντος ἐγχέῃς· καθαίρει καὶ ἄργεμα | 145 | |
5 | μετὰ μέλιτος Ἀττικοῦ καὶ ἀμβλυωπίαις βοηθεῖ. φασὶν δὲ ἔνιοι τὴν μὲν ἔχουσαν τὸ κυάνεον ἄνθος πρόπτωσιν δακτυλίου στέλ‐ λειν, τὴν δὲ φοινικοῦν ἐξερεθίζειν καταπλασθεῖσαν. χρῶνται δὲ αὐτῇ καὶ εἰς τὰς Δημοκρίτου δυνάμεις. | |
9 | ἀργεμώνη· αὕτη ἡ βοτάνη κοπεῖσα μετὰ ἀξουγγίας χοιράδας διαλύει· ποιεῖ καὶ πρὸς ἀλφοὺς μέλανας μετὰ νίτρου καὶ θείου ἀπύρου ξηρὰ κοπεῖσα καὶ σησθεῖσα, ἐν βαλανείῳ 〈δὲ〉 τοὺς χρωμένους θεραπεύει προξηροτριβηθέντας· ποιεῖ καὶ πρὸς | |
5 | ψώραν. | |
10 | ἀστέριον· αὕτη χλωρὰ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς ποιεῖ πρὸς λυσσοδήκτους, βρογχοκηλικούς, ὑποθυμιωμένη δὲ | |
φυγαδεύει θηρία. | 146 |